by Pindar (c522 BCE - 443 BCE)
ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ...
Language: Greek (Ελληνικά)
ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις, καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος οἵαν τιν' ἔγραψε δραμεῖν ποτὶ στάθμαν. τεκμαίρει καί νυν ᾿Αλκιμίδας τὸ συγγενὲς ἰδεῖν ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ' ἀμειβόμεναι τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν, τόκα δ' αὖτ' ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας, ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίου. κεῖνος γὰρ ᾿Ολυμπιόνικος ἐὼν Αἰακίδαις ἔρνεα πρῶτος ῞ἔνεικεν῞ ἀπ' ᾿Αλφεοῦ, καὶ πεντάκις ᾿Ισθμοῖ στεφανωσάμενος, νεμέᾳ δὲ τρίς, ἔπαυσε λάθαν Σωκλείδα, ὃς ὑπέρτατος ῾Αγησιμάχῳ υἱέων γένετο. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία ῞πλεόνων῞ ταμίαν στεφάνων μυχῷ ῾Ελλάδος ἁπάσας. ἔλπομαι μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν ὥτ' ἀπὸ τόξου ἱείς· εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα. παροιχομένων γὰρ ἀνέρων ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν, Βασσίδαισιν ἅ τ' οὐ σπανίζει· παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν· πόντου τε γέφυρ' ἀκάμαντος ἐν ἀμφικτιόνων ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν τίμασε Ποσειδάνιον ἂν τέμενος· βοτάνα τέ νιν πόθ' ἁ λέοντος νικάσαντ' ἤρεφε δασκίοις Φλιοῦντος ὑπ' ὠγυγίοις ὄρεσιν. πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας· πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ' αὐτῶν· καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος ᾿Αχιλεὺς ἔμπεσε χαμαὶ καταβὰς ἀφ' ἁρμάτων, φαεννᾶς υἱὸν εὖτ' ἐνάριξεν ᾿Αόος ἀκμᾷ ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν· τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων λέγεται παντὶ μάλιστα δονεῖν θυμόν. ἑκόντι δ' ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν, πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς, ᾿Αλκιμίδα, τέ γ' ἐπαρκέσαι κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει, παῖ, σέ τ' ἐνόσφισε καὶ Πουλυτιμίδαν κλᾶρος προπετὴς ἄνθε' ᾿Ολυμπιάδος. δελφῖνί κεν τάχος δι' ἅλμας ἴσον εἴποιμι Μελησίαν, χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.
About the headline (FAQ)
Show a transliteration: DIN | ISO 843
Note on TransliterationsAuthorship:
- by Pindar (c522 BCE - 443 BCE), "ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ", subtitle: "Nemean Ode no. 6" [author's text checked 1 time against a primary source]
Musical settings (art songs, Lieder, mélodies, (etc.), choral pieces, and other vocal works set to this text), listed by composer (not necessarily exhaustive):
- by Wilhelm Killmayer (1927 - 2017), "Sechste Nemeische Ode des Pindar", 2002, first performed 2002 [soprano and small men's chorus], Mainz, Schott ; incipit transliteration given in Schott's catalog is "Ekandron, antheangenos" [ sung text not yet checked against a primary source]
Researcher for this text: Emily Ezust [Administrator]
This text was added to the website: 2012-03-07
Line count: 69
Word count: 393